Ε Λ Λ Α Δ Α

Ε Λ Λ Α Δ Α
Η ΣΗΜΑΙΑ ΜΑΣ

Τετάρτη 26 Δεκεμβρίου 2012

ΕΠΙΚΑΙΡΟ : Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ

Τρίτη 25 Δεκεμβρίου.
I Genisi tou kiriou
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
 Τῇ παραμονῇ τῆς ἑορτῆς, ἤγουν τῇ κδ΄ τοῦ μηνός, ψάλλονται αἱ με-
γάλαι βασιλικαὶ ὦραι τῶν Χριστουγέννων οὕτω:

  
Περὶ ὤραν πρώτην τῆς ἡμέρας σημαίνει τὸ μέγα καὶ συναγόμεθα
ἐν τῇ ἐκκλησίᾳ. Εὐλογήσαντος δὲ τοῦ ἱερέως, λέγει ὁ προεστὼς τὸ∙ Δόξα
σοι ὁ Θεὸς ἡμῶν δόξα σοι. Βασιλεῦ οὐράνιε…Ὁ ἀναγνώστης τὸ∙ Τρισά-
γιον, καὶ μετὰ τὸ∙ Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…τὸ∙ Κύριε ἐλέησον, ιβ΄. Δόξα…
Καὶ νῦν…Δεῦτε προσκυνήσωμεν γ΄ καὶ στιχολογοῦμεν ψαλμοὺς γ΄∙ α΄.
Τὰ ῥήματά μου ἐνώτισαι Κύριε…(ψαλμός ε΄),  β΄. Ἐξηρεύξατο ἡ καρδία
μου λόγον ἀγαθόν…(ψαλμὸς μδ΄),  γ΄. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύ-
ναμις…(ψαλμός με΄). Εἶτα∙ Δόξα…Καὶ νῦν…Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ-
ληλούϊα, δόξα σοι ὁ Θεός, ἐκ γ΄, Κύριε ἐλέησον γ΄, Δόξα, τὸ τροπάριον∙
Ἀπεγράφετο ποτέ…Καὶ νῦν, τὸ θεοτοκίον∙ Τι σὲ καλέσωμεν ὦ Κεχα-
ριτωμένη…Εἶτα ἀρχομένου τοῦ δεξιοῦ χοροῦ ψάλλομεν τὸ ἰδιόμελον∙
Βηθλεὲμ ἐτοιμάζου…δίς, ἄνευ στίχου. Εἶτα, τὸ ἰδιόμελον∙ Νῦν προφη-
τικὴ πρόῤῥησις…δὶς, μετὰ τῶν στίχων α΄. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ
ἅγιος ἐξ ὄρους κατασκίου δασεώς, β΄. Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου
καὶ ἐφοβήθην∙ Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Εἶτα Δόξα…τὸ
ἰδιόμελον∙ Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον…Καὶ νῦν∙  τὸ αὐτό…
Καὶ εὐθὺς ὁ ἀναγνώστης ἀναγινώσκει τὸ προκείμενον τῆς προφητείας
καὶ τὴν προφητείαν∙ Καὶ σὺ Βηθλεέμ…(Προφητείας Μιχαίου τὸ Ἀνάγ-
νωσμα. Κεφ΄. ε΄, 2),  μετ’ αὐτὴν δὲ ἐπισυνάπτει ἄνευ ἑτέρου προκει-
μένου τὸν ἀπόστολον τῆς α΄ ὥρας∙ Πολυμερῶς καὶ πολυτρόπως…(Ἑβρ.
Κεφ΄. α, 1), τοῦ διακόνου ἐκφωνοῦντος τὸ∙ Πρόσχωμεν. Καὶ πληρωθέντος
τοῦ ἀποστόλου, Ἀλληλούϊα οὐ ψάλλομεν, ἀλλ’ εὐθὺς ὁ διάκονος λέγει
τὸ∙ Σοφία ὀρθοί…ὁ δὲ ἱερεὺς πρὸ τῆς ὡραίας πύλης ἀναγινώσκει τὸ
εὐαγγέλιον τῆς α΄ ὥρας∙ Τοῦ Ἰησοῦ Χριστοῦ ἡ Γέννησις οὕτως ἦν∙…

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ
ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

(Ματθ. Κεφ΄. α΄, 18-25). Μεθ’ ὃ ὁ μὲν χορὸς λέγει τὸ∙ Δόξα σοι Κύριε
δόξα σοι, ὁ δὲ ἀναγνώστης λέγει εὐθὺς τὸ∙ Τὰ διαβήματά μου κατεύ-
θυνον…Τὸ  τρισάγιον. Παναγία Τριάς…Πάτερ ἡμῶν…Ὅτι σοῦ ἐστιν ἡ
βασιλεία…Εἶτα τὸ κοντάκιον∙ Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον λό-
γον…Τὸ∙ Κύριε ἐλέησον, μ΄.  Ὁ ἐν παντὶ καιρῷ…Τὸ∙ Κύριε ἐλέησον γ΄.
Δόξα…Καὶ νῦν…Τὴν τιμιωτέραν…Ἐν ὀνόματι Κυρίου…Ὁ ἱερεὺς∙ Ὁ Θεὸς
οἰκτειρῆσαι ἡμᾶς…καὶ ὁ προεστὼς τὴν εὐχὴν∙ Χριστὲ τὸ φῶς τὸ ἀλη-
θινόν…Καὶ μετ’ αὐτὴν εὐθὺς ἐπισυνάπτομεν τὴν γ΄ ὥραν οὕτω:
 
Τὸ∙ Τρισάγιον, Παναγία Τριάς…Πάτερ ἡμῶν…Τὸ∙ Κύριε ἐλέησον΄. Τὸ∙
Δεῦτε προσκυνήσωμεν…ἐκ γ΄, εἶτα τοὺς γ΄ ψαλμοὺς∙ α΄. Ὁ Θεὸς οἰκτει-
ρῆσαι ἡμᾶς…(ψαλμὸς ξϞ΄),  β΄. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁ-
γίοις…(ψαλμὸς πϞ΄), γ΄. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
(ψαλμὸς ν΄). Εἶτα τὸ∙ Δόξα…Καὶ νῦν…Ἀλληλούϊα, ἀλληλούϊα, ἀλλη-
λούϊα, Δόξα σοι ὁ Θεός, ἐκ γ΄.  Κύριε ἐλέησον γ΄. Εἶτα Δόξα, τὸ τρο-
πάριον∙ Ἀπεγράφετο ποτε…Καὶ νῦν, τὸ θεοτοκίον∙ Θεοτόκε, σὺ εἶ ἡ ἄμ-
πελος ἡ ἀληθινή…Εἶτα ἀρχομένου τοῦ ἀριστεροῦ χοροῦ ψάλλομεν τὸ
ἰδιόμελον∙ Οὗτος ὁ Θεὸς ἡμῶν…δίς, ἄνευ στίχου. Εἶτα τὸ ἰδιόμελον∙ Πρὸ
τῆς Γεννήσεως τῆς σῆς…δίς, μετὰ τῶν εἰρημένων στίχων τῆς α΄ ὥρας.
Εἶτα Δόξα, τὸ ἰδιόμελον∙ Ἰωσήφ, εἰπὲ ἡμῖν…Καὶ νῦν∙  τὸ αὖτο… Ψαλ-
λομένων δὲ τῶν ἰδιομέλων τῆς γ΄ ὥρας, ὁ διάκονος, ἢ ἐλλείψει δια-
κόνου ὁ ἱερεύς, ἐξέρχεται τῆς βορείου θύρας τοῦ ἱεροῦ ἐνδεδυμένος
μανδύαν μέλανα καὶ κρατῶν κατζίον θυμιᾷ τὸν ναὸν ἅπαντα, προ-
πορευομένης λαμπάδος∙ τοῦτο δὲ ἐπαναλαμβάνεται καὶ εἰς τήν Ϟ΄ ὥραν
καὶ εἰς τὴν θ΄ ὁμοίως. Μετὰ γοῦν τὰ ἰδιόμελα λέγει εὐθὺς ὁ ἀναγ-
νώστης τὸ προκείμενον τῆς προφητείας καὶ τὴν προφητείαν∙ Οὗτος ὁ
Θεὸς ἡμῶν…(Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. Κεφ΄. γ΄, 36),  μετ’
αὐτὴν δὲ ἐπισυνάπτει ἄνευ ἑτέρου προκειμένου τὸν ἀπόστολον τῆς γ΄
ὥρας∙ Πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν…(Γαλ. Κεφ΄. γ΄, 23), τοῦ διακόνου ἐκ-
φωνοῦντος τὸ∙ Πρόσχωμεν. Καὶ πληρωθέντος τοῦ ἀποστόλου, Ἀλλη-
λούϊα οὐ ψάλλομεν, ἀλλ’ εὐθὺς ὁ ἱερεὺς τὸ∙ Σοφία, ὀρθοί…καὶ ἀναγι-

 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
νώσκει τὸ εὐαγγέλιον τῆς γ΄ ὥρας∙ Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐ-
γούστου…(Λουκ. Κεφ΄. β΄, 1-20). Μεθ’ ὃ ὁ χορὸς ψάλλει τὸ∙ Δόξα σοι Κύ-
ριε δόξα σοι, ὁ δὲ ἀναγνώστης ἀναγινώσκει τὸ∙ Κύριε ὁ Θεὸς εὐλο-
γητός…Τὸ τρισάγιον κτλ., εἶτα τὸ κοντάκιον∙ Ἡ Παρθένος σήμερον…Τὸ∙
Κύριε ἐλεῆσον, μ΄. Ὁ ἐν παντὶ καιρῷ…Κύριε ἐλέησον γ΄. Δόξα…Καὶ νῦν…
Τὴν τιμιωτέραν…Ἐν ὀνόματι Κυρίου…Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς…καὶ ὁ
προεστὼς τὴν εὐχὴν∙ Δεσπότα Θεέ, Πάτερ παντοκράτορ…Καὶ μετ’ αὐ-
τὴν εὐθὺς ἐπισυνάπτομεν τὴν ϞϞϞ΄ ὥραν οὕτω:
Εὐθὺς λέγομεν τὸ∙ Δεῦτε προσκυνήσωμεν…ἐκ γ΄. Εἶτα τοὺς γ΄ ψαλμοὺς∙
α΄. Ὁ Θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δός…(ψαλμὸς οα΄), β΄. Μνήσθητι,
Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ…(ψαλμὸς ρλα΄), γ΄. Ὁ
κατοίκων ἐν βοηθείᾳ τοῦ Ὑψίστου…(ψαλμὸς 90 ος ). Εἶτα τὸ∙ Δόξα…Καὶ
νῦν…Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεός, ἐκ γ΄. Κύριε
ἐλέησον γ΄. Εἶτα Δόξα, τὸ τροπάριον∙ Ἀπεγράφετο ποτε…Καὶ νῦν, τὸ
θεοτοκίον∙ Ὅτι οὐκ ἔχομεν παῤῥησίαν…Καὶ εὐθὺς ἀρχομένου τοῦ δε-
ξιοῦ χοροῦ ψάλλομεν τὸ ἰδιόμελον∙ Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως…
δίς, ἄνευ στίχου. Εἶτα τὸ ἰδιόμελον∙ Ἀκοῦε οὐρανέ…δίς, μετὰ τῶν εἰρη-
μένων στίχων τῆς α΄ ὥρας. Εἶτα, Δόξα, τὸ ἰδιόμελον∙ Δεῦτε χριστοφόροι
λαοί…Καὶ νῦν∙ τὸ αὐτό…Καὶ εὐθὺς ὁ ἀναγνώστης ἀναγινώσκει τὸ προ-
κείμενον τῆς προφητείας καὶ τὴν προφητεία∙   Προσέθετο Κύριος λα-
λήσαι τῷ Ἄχαζ…(Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ΄. ζ΄, 10). Εὐ-
θὺς ἐπισυνάπτει ἄνευ ἑτέρου προκειμένου τὸν ἀπόστολον τῆς Ϟ΄ ὥρας∙
Κατ΄ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας…(Ἑβρ. Κεφ΄. α΄, 10). Καὶ
πληρωθέντος τοῦ ἀποστόλου, Ἀλληλούϊα οὐ ψάλλομεν, ἀλλ’ εὐθὺς ὁ
ἱερεὺς τὸ∙ Σοφία, ὀρθοί…καὶ ἀναγινώσκει τὸ εὐαγγέλιον τῆς  Ϟ΄ ὥρας∙ Τοῦ 
Ἰησοῦ γεννηθέντος ἐν Βηθλεέμ, τῆς Ἰουδαίας…(Ματθ. Κεφ΄. β΄, 1-12). Μεθ’
ὃ ὁ χορὸς ψάλλει τὸ∙ Δόξα σοι Κύριε δόξα σοι, ὁ δὲ ἀναγνώστης ἀναγι-
νώσκει τὸ∙ Ταχὺ προκαταλαβέτωσαν…Τὸ∙ Τρισάγιον κτλ., εὐθὺς τὸ κον-
τάκιον∙ Ἡ Παρθένος σήμερον…Τὸ∙ Κύριε ἐλέησον μ΄. Ὁ ἐν παντὶ καιρῷ…
Κύριε ἐλέησον γ΄, Δόξα…Καὶ νῦν…Τὴν τιμιωτέραν… Ἐν ὀνόματι Κυρίου…

Ὁ Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ
 ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
ἱερεὺς∙ Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς…Καὶ ὁ προεστὼς τὴν εὐχὴν∙ Θεὲ καὶ Κύ-
ριε τῶν δυνάμεων…
Εὐθὺς δ’ ἐπισυνάπτομεν τὴν θ΄ ὥραν οὕτω: Τὸ∙ Τρισάγιον. Παναγία
Τριάς…Πάτερ ἡμῶν…Κύριε ἐλέησον ιβ΄. Δεῦτε προσκυνήσωμεν…γ΄. καὶ
οἱ γ΄ ψαλμοὶ∙ α΄. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου…(ψαλμὸς ρθ΄), β΄. Ἐξομο-
λογήσομαι σοί, Κύριε,…(ψαλμὸς ρι΄),  γ΄. Κλῖνον, Κύριε, τὸ οὖς σου,…
(ψαλμὸς πε΄). Εἶτα τὸ∙ Δόξα…Καὶ νῦν…Ἀλληλούϊα, ἀλληλούϊα, ἀλλη-
λούϊα. Δόξα σοι ὁ Θεός, ἐκ γ΄. Εἶτα Δόξα, τὸ τροπάριον∙ Ἀπεγράφετο πό-
τε…Καὶ νῦν, τὸ θεοτοκίον∙ Ὁ δι’ ἡμᾶς γεννηθείς…Καὶ εὐθὺς ἀρχομένου
τοῦ ἀριστεροῦ χοροῦ ψάλλομεν τὸ ἰδιόμελον∙ Ἐξεπλήττετο ὁ Ἡρῴδης…
δίς, ἄνευ στίχου. Εἶτα τὸ ἰδιόμελον∙ Ὅτε Ἰωσήφ…δίς, μετὰ τῶν εἰρημέ-
νων στίχων τῆς α΄ ὥρας. Τὸ δὲ τέλος τοῦ ἰδιομέλου∙ Σὺν Πατρὶ καὶ Ἁγίῳ
Πνεύματι…λαμβάνει ὁ ἀριστερὸς χορός. Εἶτα ὁ δεξιὸς χορὸς ἄρχεται
τοῦ∙ Δόξα Πατρί…καὶ ὁ ἀριστερὸς τὸ∙ Καὶ νῦν…Μεθ’ ὃ εὐθὺς ὁ κανο-
νάρχης ἱστάμενος ἐν τῷ μέσῳ τοῦ ναοῦ καὶ βλέπων πρὸς ἀνατολὰς
ἀναγινώσκει εὐλαβῶς κατὰ τὸ ὕφος τοῦ εὐαγγελίου τὸ ἰδιόμελον∙ Σή-
μερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν, ὃ ἐπανα-
λαμβάνει τρις∙ εἶτα ἑξακολουθεῖ: Ῥάκη καθάπερ βροτὸς κτλ., τὸ δὲ∙ Προ-
σκυνοῦμέν σου τὴν Γένναν Χριστὲ, ἐπαναλαμβάνει τρις, καὶ εἶτα τὸ∙
Δεῖξον ἡμῖν καὶ τὰ Θεῖα σου Θεοφάνεια, ἅπαξ. Μεθ’ ὃ ἀρχομένου τοῦ
δεξιοῦ χοροῦ ψάλλεται ἀργὼς καὶ μετὰ μέλους τὸ αὐτὸ ἰδιόμελον, ἀ-
μοιβαδὸν κατὰ στίχον ὑπ’ ἀμφοτέρων τῶν χορῶν∙ ἐπαναλαμβάνεται
δὲ καὶ ἤδη ἐκ γ΄ ὅτε στίχος∙ Σήμερον γεννᾶται ἐκ Παρθένου…καὶ ὁ στί-
χος∙ Προσκυνοῦμέν σου…οἱ δὲ λοιποὶ λέγονται ἅπαξ. Καὶ εὐθὺς ὁ ἀναγ-
νώστης ἀναγινώσκει τὸ προκείμενον τῆς προφητείας καὶ τὴν προ-
φητείαν∙ Παιδίον ἐγεννήθη ἡμῖν…(Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα.
Κεφ΄. θ΄, 6). Εὐθὺς ἐπισυνάπτει ἄνευ ἑτέρου προκειμένου τὸν ἀπό-
στολον τῆς θ΄ ὥρας∙ Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι…(Ἑβρ. Κεφ΄. β΄, 11).
Πληρωθέντος δὲ τοῦ ἀποστόλου, Ἀλληλούϊα οὐ λέγομεν, ἀλλ’ εὐθὺς ὁ
ἱερεὺς ἀναγινώσκει τὸ εὐαγγέλιον τῆς θ΄ ὥρας∙ Ἀναχωρησάντων τῶν

  ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
Μάγων…(Ματθ. Κεφ΄. β΄, 13-23). Εὐθὺς ὁ μὲν χορὸς ψάλλει τὸ∙ Δόξα σοι
Κύριε δόξα σοι, ὁ δὲ ἀναγνώστης ἀναγινώσκει τὸ∙ Μὴ δὴ παραδῴης
ἡμᾶς…Τρισάγιον.  Παναγία Τριάς…Πάτερ ἡμῶν…Ὅτι σοῦ ἐστιν…Τὸ
κοντάκιον∙ Ἡ Παρθένος σήμερον…Κύριε ἐλέησον μ΄. Ὁ ἐν παντὶ καιρῷ…
Κύριε ἐλέησον γ΄. Δόξα…Καὶ νῦν…Τὴν τιμιωτέραν…Ἐν ὀνόματι Κυρίου.
Ὁ ἱερεὺς∙ Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς…Καὶ ὁ προεστὼς τὴν εὐχὴν∙ Δεσ-
πότα Κύριε Ἰησοῦ Χριστέ…Εἶτα ὁ ἀναγνώστης χῦμα τὰ τυπικὰ καὶ τοὺς
μακαρισμούς. Εἶτα Δόξα…καὶ νῦν∙ Μνήσθητι ἡμῶν Κύριε…Μνήσθητι
ἡμῶν Δεσπότα…Μνήσθητι ἡμῶν ἅγιε…Χορὸς ὁ ἐπουράνιος…Στίχος∙ Προ-
σελθετε πρὸς αὐτόν…Χορὸς ὁ ἐπουράνιος…Δόξα∙ Χορὸς ἁγίων ἀγγέλων…
Καὶ νῦν∙ Πιστεύω εἰς ἔναν Θεόν…Τὸ∙ Ἄνες, ἄφες, συγχώρησον…Πάτερ
ἡμῶν…Ὅτι σοῦ ἐστιν…Τὸ κοντάκιον∙ Ἡ Παρθένος σήμερον…Κύριε ἐλέησον
ιβ΄. Εὐλόγησον∙ καὶ ὁ ἱερεὺς ποιεῖ ἀπόλυσιν μεγάλην. Μεθ’ ἣν ἀπερχό-
μεθα, ἀναμένοντες τὴν ὥραν τοῦ ἐσπερινοῦ. Τράπεζαν ἱστῶμεν μετὰ
τὴν ἐν τῷ ἐσπερινῷ λειτουργίαν. Σημειωτέον δ΄ ὅτι τὸ∙ Εἴη τὸ ὄνομα Κυ-
ρίου…καὶ οἱ ψαλμοὶ∙ Εὐλογήσω τὸν Κύριον…καὶ∙ Ὑψώσω σὲ ὁ Θεός μου…οὐ
λέγονται νῦν ἐν τῇ ἀκολουθίᾳ τῶν τυπικῶν, καθότι λεχθήσονται εἰς τὸ
τέλος τῆς ἐν τῷ ἐσπερινῷ τελεσθησομένης λειτουργίας.    
2. Περὶ ὤραν ι΄ τῆς ἡμέρας σημαίνει καὶ ἀρχόμεθα τοῦ μεγάλου ἐσπε-
ρινοῦ τῆς ἑορτῆς μετὰ τῆς λειτουργίας τοῦ Μεγάλου Βασιλείου. Λαμ-
βάνουσιν οὖν καιρὸν ὅτε ἱερεὺς καὶ ὁ διάκονος καὶ ἐνδύονται πᾶσαν
τὴν ἱερατικὴν αὐτῶν στολήν. Εἶτα ὁ διάκονος ἐξερχόμενος ἵσταται ἐν
τῷ συνήθει τόπῳ ἔνθα ἐκφωνεῖ∙ Εὐλόγησον δεσπότα, καὶ ὁ ἱερεὺς∙ Εὐ-
λογημένη ἡ βασιλεία τοῦ Πατρός…Καὶ εὐθὺς ὁ προεστὼς τὸ∙ Δεῦτε
προσκυνήσωμεν…καὶ ἀναγινώσκει τὸν προοιμιακὸν ψαλμὸν μεθ’ ὃν ὁ
διάκονος τὴν μεγάλην συναπτήν. Εἶτα τὸ∙ Κύριε ἐκέκραξα…ἐν ᾦ ἱσ-
τῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ δ΄ ἰδιόμελα τῆς ἑορτῆς∙ Δεῦτε ἀγα-
λλιασώμεθα…Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος…Ἡ Βασιλεία σου Χριστέ…
Τὶ σοὶ προσενέγκωμεν Χριστέ…δευτεροῦντες αὐτά. Δόξα…Καὶ νῦν…τὸ
ἰδιόμελον∙ Αὐγούστου μοναρχήσαντος…Ψαλλομένου δὲ τοῦ κεκραγα-

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ
ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 
ρίου καὶ τῶν ἐσπερίων ἰδιομέλων, ὁ μὲν διάκονος λαβὼν θυμιατὸν θυ-
μιᾷ ὡς ἔθος τὸν ναὸν ἅπαντα, ὁ δὲ ἱερεὺς ἀπερχόμενος ποιεῖ τὴν προ-
σκομιδήν. Μετὰ τὸ δοξαστικὸν γίνεται εἴσοδος τοῦ Εὐαγγελίου, ἐν ᾗ ὁ
ἱερεὺς λέγει μυστικὼς τὴν εὐχὴν∙ Ἑσπέρας καὶ πρωῒ…Μετὰ δὲ τὸ∙
Σοφία, ὀρθοί…τὸ Φῶς ἱλαρόν. Προκείμενον δὲ οὐ λέγεται, ἀλλ’ εὐθὺς ὁ
ἀναγνώστης ἀναγινώσκει τὰ γ΄ ἀναγνώσματα τῆς ἑορτῆς, ἐν οἷς κα-
θήμεθα∙ α΄. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν…(Γενέ-
σεως τὸ Ἀνάγνωσμα. Κεφ΄. α΄, 1),  β΄. Ἐγένετο πνεῦμα Θεοῦ ἐπὶ Βα-
λαάμ…(Ἀριθμῶν τὸ Ἀνάγνωσμα. Κεφ΄. κδ΄ 2), γ΄. Ἐν ταῖς ἡμέραις ἐκεί-
ναις…(Προφητείας Μιχαίου τὸ Ἀνάγνωσμα. Κεφ΄. δ΄, 6-7. Κεφ΄. ε΄, 1-3).
Εἶτα ἀνισταμένων πάντων ψάλλει ὁ δεξιὸς χορὸς τὸ τροπάριον∙ Λαθῶν
ἐτέχθης ὑπὸ τὸ Σπήλαιον...Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τοῦ στί-
χους αὐτοῦ. Μεθ’ ἕκαστον δὲ στίχον ψάλλουσιν οἱ χοροὶ ἐναλλάξ, ἀρ-
χομένου τοῦ ἀριστεροῦ, τὸ τέλος τοῦ τροπαρίου∙ Καὶ μάγους σοι προσή-
νεγκεν…Εἶτα ὁ ἀναγνώστης τὸ∙ Δόξα…καὶ τὸ∙ Καὶ νῦν…καὶ ὁ δεξιὸς
χορὸς ψάλει αὖθις ὅλον τὸ τροπάριον. Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει
ἕτερα γ΄ ἀναγνώσματα∙ α΄. Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης… (Προ-
φητείας Ἠσαίου τὸ Ἀνάγνωσμα. Κεφ΄. ια΄, 1), β΄. Οὗτος ὁ Θεὸς ἡμῶν…
(Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. Κεφ΄. γ΄, 36), γ΄. Εἶπε Δανιὴλ τῷ
Ναβουχοδονόσορ…(Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα. Κεφ΄. β΄, 31), ἐν
οἷς καθήμεθα. Μεθ’ ὃ ἀνισταμένων πάντων ἡμῶν, ψάλλει ὁ ἀριστερὸς
χορὸς τὸ τροπάριον∙ Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου…Εἶτα ὁ ἀναγ-
νώστης ἀναγινώσκει τοὺς στίχους αὐτοῦ. Μεθ’ ἕκαστον δὲ στίχον ψάλ-
λουσιν οἱ χοροὶ ἐναλλάξ, ἀρχομένου τοῦ δεξιοῦ, τὸ τέλος αὐτοῦ∙ Μά-
γους ὁδηγήσας εἰς προσκύνησίν σου…Εἶτα ὁ ἀναγνώστης τὸ∙ Δόξα…καὶ
τὸ∙ Καὶ νῦν…καὶ αὖθις ὁ ἀριστερὸς χορὸς ψάλλει ὅλον τὸν τροπάριον.
Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τὰ ἕτερα β΄ ἀναγνώσματα∙ α΄. Παιδίον
ἐγεννήθη ἡμῖν, υἱός…(Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ΄. θ΄ 6),
β΄. Προσέθετο Κύριος λαλήσαι τῷ Ἄχαζ…(Προφητείας Ἠσαΐου τὸ Ἀνά-
γνωσμα. Κεφ΄. ζ΄, 10). Μετὰ δὲ τὴν τῶν ἀναγνωσμάτων συμπληρῶσιν,
ἐκφωνεῖ ὁ διάκονος∙ Τοῦ Κυρίου δεηθῶμεν. Ὁ χορὸς∙ Κύριε ἐλέησον, καὶ

 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ὁ ἱερεὺς∙ Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν…καὶ ψάλλεται ὁ τρισάγιος ὕμνος.
Εἶτα ὁ ἀναγνώστης, τὸ προκείμενον τοῦ ἀποστόλου καὶ τὸν ἀπό-
στολον∙ Πολυμερῶς καὶ πολυτρόπως…(Ἑβρ. Κεφ΄. α΄, 1). Ἀλληλουϊάριον,
καὶ εὐθὺς ὁ διάκονος τὸ∙ Σοφία, ὀρθοί…καὶ ἀναγινώσκει τὸ εὐαγγέλιον
ἐπ’ ἄμβωνος∙ Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου… (Λουκ. Κεφ΄. β΄,
1-20). Καὶ καθεξῆς, ἡ θεία λειτουργία τοῦ Μεγάλου Βασιλείου. Κοι-
νωνικὸν∙ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, ἀλληλούϊα. Εἶτα τὸ∙ Εἴ-
δομεν τὸ φῶς…Τὸ∙ Εἴη τὸ ὄνομα Κυρίου…οἱ εὐχὲς∙ Εὐλογήσω τὸν Κύριον
ἐν παντὶ καιρῷ…καὶ∙ Ὑψώσω σὲ ὁ Θεός μου…καὶ γίνεται ἀπόλυσις τε-
λεία μετὰ τοῦ∙ Ὁ ἐν σπηλαίῳ γεννηθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν
ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν… 
3. Περὶ ὤραν α΄ τῆς νυκτός, σημαίνει ὡς ἔθος ἐστί, καὶ συναγόμεθα ἐν
τῇ ἐκκλησίᾳ, καὶ τεθέντος εὐλογητοῦ ἀρχόμεθα τοῦ μικροῦ ἀπο-
δείπνου κατὰ τὴν συνήθειαν. Μετὰ δὲ τὸ∙ Δόξα ἐν ὑψίστοις Θεῷ…ἀρ-
χόμεθα τῆς λιτῆς ἐξερχόμενοι εἰς τὸν νάρθηκα, ὡς ἔθος, ψάλλοντες τὰ
δ΄ ἰδιόμελα τῆς λιτῆς∙ Ὁ οὐρανὸς καὶ ἡ γῆ…Ὁ οὐρανὸς καὶ ἡ γῆ, σήμερον
ἡνώθησαν…Δόξα ἐν ὑψίστοις Θεῷ…Τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν…Δόξα,
τὸ ἰδιόμελον∙ Μάγοι Περσῶν βασιλεῖς…Καὶ νῦν, τὸ ἰδιόμελον∙ Χορεύ-
ουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ…Καὶ αἱ συνήθεις εὐχαί. Μετὰ δὲ τὸ εἰ-
πεῖν ταύτας, εἰσερχόμεθα ἐν τῷ ναῷ ψάλλοντες τὰ ἀποστιχα ἰδιόμελα
τῆς ἑορτῆς μετὰ τῶν στίχων αὐτῶν∙ Μέγα καὶ παράδοξον θαῦμα…Σή-
μερον τίκτει ἡ Παρθένος…Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος…Δόξα, τὸ ἰδιό-
μελον∙ Εὐφράνθητι Ἱερουσαλήμ…Καὶ νῦν, τὸ ἰδιόμελον∙ Σπηλαίῳ παρῴ-
κησας…Εἶτα τό∙ Νυν ἀπολύεις…Τὸ τρισάγιον κτλ., καὶ τὸ ἀπολυτίκιον
τῆς ἑορτῆς∙ Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν…ἐκ γ΄, καὶ γίνεται ἡ
συνήθης ὑπὸ τοῦ ἱερέως εὐλόγησις τῶν ἄρτων, ἐξ ὦν μεταλαμβάνομεν
πάντες οἱ ἀδελφοὶ εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος. Τὸ∙ Εἴη τὸ ὄνομα
Κυρίου…ἐκ γ΄. Δόξα…Καὶ νῦν…καὶ τὸ∙ Εὐλογήσω τὸν Κύριον…ἄχρι τοῦ
μέσου. Εὐθὺς τὸ∙ Πλούσιοι ἐπτώχευσαν…Ὁ ἱερεὺς∙ Εὐλογία Κυρίου καὶ

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ
 ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
ἔλεος…καὶ τίθεται ἀνάγνωσις εἰς τὸ κατὰ Ματθαῖον, λόγος  δ΄. Καὶ
μετὰ τὴν ἀνάγνωσιν ὁ ἑξάψαλμος. 
Εἰς τὸ∙ Θεὸς Κύριος…τὸ ἀπολυτίκιον τῆς ἑορτῆς∙ Ἡ γέννησίς σου
Χριστὲ ὁ Θεὸς ἡμῶν…ἐκ γ΄. Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς:
ὁ ἀναγνώστης∙ Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ
Ζ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει∙ Δόξα, καὶ νῦν. Ἀλ-
ληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἠμῶν
Κύριε δόξα σοι. Ὁ ἱερεύς∙ μικρὰ συνάπτῃ καί∙  Ὅτι σὸν τὸ κράτος…Ὁ
χορός∙ Ἀμήν, καὶ ψάλλεται τὸ Κάθισμα τῆς ἑορτῆς∙ Δεῦτε ἴδωμεν πιστοί…
Δόξα…Καὶ νῦν∙ τὸ αὐτό…Εἶτα ὁ ἀναγνώστης∙ Κύριε, ἐλέησον γ΄, Δόξα,
καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Η΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος
αὐτοῦ λέγει∙ Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι,
ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἠμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς∙ μικρὰ συνάπτῃ
καί∙ Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χοῥός∙ Ἀμήν, καὶ ψάλλεται τὸ Κά-
θισμα τῆς ἑορτῆς∙  Τὶ θαυμάζεις Μαριάμ…Δόξα…Καὶ νῦν∙  τὸ αὐτό…
Εὐθὺς ὁ πολυέλεος, μεθ’ ὃν τὸ Κάθισμα τῆς ἑορτῆς∙ Ὁ ἀχώρητος παντί…
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου. Προκείμενον∙ Ἐκ γαστρὸς
πρὸ Ἑωσφόρου ἐγέννησά σὲ∙ ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Στί-
χος∙ Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου∙ Καθοῦ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς
ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου. Τὸ∙ Πᾶσα πνοή…καὶ τὸ εὐαγ-
γέλιον τοῦ ὄρθρου∙ Τοῦ Ἰησοῦ Χριστοῦ ἡ Γέννησις οὕτως ἦν∙…Ὁ ν΄ χύμα.
Δόξα∙ Τὰ σύμπαντα σήμερον…Καὶ νῦν∙ τὸ αὐτό…Εἰς τὸν στίχον, τὸ ἰδιό-
μελον∙ Δόξα ἐν ὑψίστοις Θεῷ…    
 
Εἶτα οἱ κανόνες∙ ὁ πρῶτος μετὰ τοῦ εἱρμοῦ εἰς η΄ τροπάρια καὶ ὁ
δεύτερος μετὰ τοῦ εἱρμοῦ εἰς Ϟ΄ τροπάρια. Οὐ λέγομεν δὲ στίχους ἐκ τῆς
στιχολογίας, ἀλλ’ οἱ μὲν εἱρμοὶ ψάλλονται ἄνευ στίχου, πρὸ δὲ ἑκάστου
τροπαρίου λέγομεν τὸν στίχον∙ Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, πρὸ δὲ
τῶν δύο τελευταίων τροπαρίων τοῦ β΄ κανόνος τὸ∙ Δόξα…καὶ τὸ∙ Καὶ
νῦν…Ψάλλομεν δὲ μεθ’ ἑκάστην ᾠδὴν καταβασίας διπλᾶς, ἤτοι ἀμ-
φοτέρους τοῦ εἱρμοὺς τῆς ᾠδῆς. Ἀπὸ γ΄ᾠδῆς, χύμα ἡ ὑπακοὴ∙

 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
Την ἀπαρχὴν τῶν ἐθνῶν…Ἀφ’ ἕκτης, τὸ κοντάκιον τῆς ἑορτῆς∙ Ἡ Παρθένος
σήμερον…καὶ ὁ οἶκος∙ Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε…Εὐθὺς τὸ Συναξάριον.
Ἡ τιμιωτέρα οὐ στιχολογείται, ἀλλὰ ψάλλεται ἡ θ΄ ᾠδὴ ἀμφοτέρων
τῶν κανόνων τῆς ἑορτῆς, προτασσομένων τῶν τε εἱρμῶν καὶ ἑκάστου
τροπαρίου ἀνὰ ἐνὸς μεγαλυναρίου. 
Ἑξαποστειλάριον, τὸ τῆς ἑορτῆς∙ Ἐπεσκέψατο ἡμᾶς…ἐκ γ΄. Εἰς τοὺς
αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἰδιόμελα τῆς ἑορτῆς∙ Εὐ-
φραίνεσθε Δίκαιοι…Ὁ Πατὴρ εὐδόκησεν…Θεοτόκε Παρθένε…Δεῦτε
ἀνυμνήσωμεν…Δόξα, τὸ ἰδιόμελον τῆς ἑορτῆς∙ Ὅτε καιρός…Καὶ νῦν, τὸ
ἰδιόμελον∙ Σήμερον ὁ Χριστὸς γεννᾶται…μέχρι τοῦ∙ Ἀκαταπαύστως
βοῶμεν…Καὶ ἄρχεται εὐθὺς ἡ μεγάλη δοξολογία, μεθ’ ἢν τὸ ἀπο-
λυτίκιον τῆς ἑορτῆς∙ Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν…ἅπαξ, ἐκ-
τενὴς καὶ ἀπόλυσις. Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι, ἐν ᾗ Δόξα, τὸ ἀπο-
λυτίκιον τῆς ἑορτῆς∙ Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν, τὸ
θεοτοκίον τῆς ὥρας. Εἰς δὲ τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς∙ Ἡ
Παρθένος σήμερον…Οὕτω καὶ ἐν ταῖς λοιπαῖς ὥραις. Σημειωτέον δ’ ὅτι
πρὸ τῆς α΄ ὥρας δίδοται καὶ ἅγιον ἔλαιον ὡς ἔθος. 
4. Περὶ ὥραν α΄ τῆς ἡμέρας σημαίνει καὶ συναγόμεθα ἐν τῇ ἐκκλησίᾳ,
καὶ τεθέντος εὐλογητοῦ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν τριθέκτην.
Μετ’ αὐτὴν ἡ λειτουργία. Ἐν ᾗ ψάλλομεν τὰ ἀντίφωνα τῆς ἑορτῆς. Εἰς
τὸ β΄ ἀντίφωνον λέγομεν∙ Σῶσον ἡμᾶς…ὁ ἐκ Παρθένου τεχθείς…Εἰσο-
δικὸν τὸ∙ Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σέ…ὁ ἐκ Παρθένου τε-
χθείς…Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς∙  Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν…
Δόξα…Καὶ νῦν, τὸ κοντάκιον τῆς ἑορτῆς∙ Ἡ Παρθένος σήμερον τὸν ὑπε-
ρούσιον τίκτει…Ἀντὶ δὲ τοῦ τρισαγίου, ψάλλομεν τὸ∙ Ὅσοι εἰς Χριστὸν
ἐβαπτίσθητε…Προκείμενον, ἀπόστολος, ἀλληλουϊάριον καὶ εὐαγγέλιον
τῆς ἑορτῆς, ἤτοι: Ἀπόστολος∙ Ὅτε ᾖλθε τὸ πλήρωμα τοῦ χρόνου…(Γαλ.
Κεφ΄. δ΄, 4-6), ὁ ζήτει τῇ κε΄ Δεκεμβρίου. Εὐαγγέλιον∙ Τοῦ Ἰησοῦ γεννη-
θέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας…(Ματθ. Κεφ΄. β΄, 1-20), ὁ ζήτει τῇ κε΄
Δεκεμβρίου. Τελεῖται δὲ ἡ λειτουργία τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσο-

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ
ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 
στόμου. Κοινωνικὸν∙ Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ…Ἀντὶ
τοῦ∙  Εἴδομεν τὸ φῶς…λέγομεν τὸ ἀπολυτίκιον τῆς ἑορτῆς∙ Ἡ γέννησίς
σου Χριστὲ ὁ Θεὸς ἡμῶν…Πληρωθήτω…Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄,
Δόξα…Kαὶ νῦν…οἱ δύο ψαλμοὶ·  Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ
Θεός μου…καὶ ἡ ἀπόλυσις.   

ΠΗΓΗ : "  ΕΝΩΜΕΝΗ ΡΩΜΗΟCYNH "

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΕΝΗΜΕΡΩΣΗ

Πολλές φορές τα θέματα να είναι τόσα τα οποία δεν

χωρούν στην σελίδα που βλέπουμε.

΄Οταν βλέπετε το BLOGGER και στην ίδια ημέρα

υπάρχουν μέχρι το τέλος, μπορεί να υπάρχουν και σε

άλλη σελίδα αναρτήσεις " ΠΑΛΑΙΟΤΕΡΕΣ Α Ν Α Ρ Τ Η

Σ Ε Ι Σ της ίδιας ημέρας.

Η λίστα ιστολογίων μου

Αναζήτηση αυτού του ιστολογίου

ΝΑΥΠΛΙΟ

ΝΑΥΠΛΙΟ
ΑΓΙΑ ΜΟΝΗ

ΑΓΙΟΣ ΑΡΤΕΜΙΟΣ

ΑΓΙΟΣ ΑΡΤΕΜΙΟΣ
ΠΡΟΣΤΑΤΗΣ ΤΩΝ ΕΝ ΥΠΗΡΕΣΙΑ ΣΥΝΑΔΕΛΦΩΝ

ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ

ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ
Ο ΣΥΝΔΕΣΜΟΣ ΑΠΟΣΤΡΑΤΩΝ ΣΩΜΑΤΩΝ Ν.ΑΡΓΟΛΙΔΑΣ ΙΔΡΥΘΗΚΕ ΤΟ 1959 ΚΑΙ ΤΟΤΕ ΟΡΙΣΘΗΚΕ Ο ΑΓΙΟΣ ΩΣ ΠΡΟΣΤΑΤΗΣ

ΑΓΙΟΣ ΜΗΝΑΣ

ΑΓΙΟΣ ΜΗΝΑΣ
ΠΡΟΣΤΑΤΗΣ ΠΡΩΗΝ ΑΣΤΥΝΟΜΙΑΣ ΠΟΛΕΩΝ